Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.18 Dem. 18.21 (English) >>Dem. 18.24

18.20τί οὖν συνηγωνίσατʼ αὐτῷ πρὸς τὸ λαβεῖν ὀλίγου δεῖν ὑμᾶς ἑκόντας ἐξαπατωμένους; τῶν ἄλλων Ἑλλήνων, εἴτε χρὴ κακίαν εἴτʼ ἄγνοιαν εἴτε καὶ ἀμφότερα ταῦτʼ εἰπεῖν, οἳ πόλεμον συνεχῆ καὶ μακρὸν πολεμούντων ὑμῶν, καὶ τοῦτον ὑπὲρ τῶν πᾶσι συμφερόντων, ὡς ἔργῳ φανερὸν γέγονεν, οὔτε χρήμασιν οὔτε σώμασιν οὔτʼ ἄλλῳ οὐδενὶ τῶν ἁπάντων συνελάμβανον ὑμῖν· οἷς καὶ δικαίως καὶ προσηκόντως ὀργιζόμενοι ἑτοίμως ὑπηκούσατε τῷ Φιλίππῳ. μὲν οὖν τότε συγχωρηθεῖσʼ εἰρήνη διὰ ταῦτʼ, οὐ διʼ ἐμέ, ὡς οὗτος διέβαλλεν, ἐπράχθη· τὰ δὲ τούτων ἀδικήματα καὶ δωροδοκήματʼ ἐν αὐτῇ τῶν νυνὶ παρόντων πραγμάτων, ἄν τις ἐξετάζῃ δικαίως, αἴτιʼ εὑρήσει. 18.21καὶ ταυτὶ πάνθʼ ὑπὲρ τῆς ἀληθείας ἀκριβολογοῦμαι καὶ διεξέρχομαι. εἰ γὰρ εἶναί τι δοκοίη τὰ μάλιστʼ ἐν τούτοις ἀδίκημα, οὐδέν ἐστι δήπου πρὸς ἐμέ· ἀλλʼ μὲν πρῶτος εἰπὼν καὶ μνησθεὶς ὑπὲρ τῆς εἰρήνης Ἀριστόδημος ἦν ὑποκριτής, δʼ ἐκδεξάμενος καὶ γράψας καὶ ἑαυτὸν μετὰ τούτου μισθώσας ἐπὶ ταῦτα Φιλοκράτης Ἁγνούσιος, σός, Αἰσχίνη, κοινωνός, οὐχ ἐμός, οὐδʼ ἂν σὺ διαρραγῇς ψευδόμενος, οἱ δὲ συνειπόντες ὅτου δήποθʼ εἵνεκα (ἐῶ γὰρ τοῦτό γʼ ἐν τῷ παρόντι) Εὔβουλος καὶ Κηφισοφῶν· ἐγὼ δʼ οὐδὲν οὐδαμοῦ. 18.22ἀλλʼ ὅμως, τούτων τοιούτων ὄντων καὶ ἐπʼ αὐτῆς τῆς ἀληθείας οὕτω δεικνυμένων, εἰς τοῦθʼ ἧκεν ἀναιδείας ὥστʼ ἐτόλμα λέγειν ὡς ἄρʼ ἐγὼ πρὸς τῷ τῆς εἰρήνης αἴτιος γεγενῆσθαι καὶ κεκωλυκὼς εἴην τὴν πόλιν μετὰ κοινοῦ συνεδρίου τῶν Ἑλλήνων ταύτην ποιήσασθαι. εἶτʼ τί ἂν εἰπών σέ τις ὀρθῶς προσείποι; ἔστιν ὅπου σὺ παρὼν τηλικαύτην πρᾶξιν καὶ συμμαχίαν, ἡλίκην νυνὶ διεξῄεις, ὁρῶν ἀφαιρούμενόν με τῆς πόλεως, ἠγανάκτησας, παρελθὼν ταῦθʼ νῦν κατηγόρεις ἐδίδαξας καὶ διεξῆλθες;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.18 Dem. 18.21 (English) >>Dem. 18.24

Powered by PhiloLogic